Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.94 Joseph. AJ 16.99 (English) >>Joseph. AJ 16.104

16.97αὐτὸς δʼ ὅσα βασιλευομένοις καὶ βασιλέως παισὶν οὐχ ὑστέρησεν μέχρι νῦν ἀποδιδούς, οὐ κόσμον, οὐχ ὑπηρεσίαν, οὐ τρυφήν, ἀλλὰ καὶ γάμους τοὺς ἐπισημοτάτους παρεσχῆσθαι, τῷ μὲν ἐκ τῆς ἀδελφῆς, Ἀλεξάνδρῳ δὲ τὴν Ἀρχελάου τοῦ βασιλέως θυγατέρα συνοικίσας, 16.98τὸ δὲ μέγιστον οὐδʼ ἐπὶ τοιούτοις ἣν εἶχεν ἐξουσίαν ταύτῃ κατʼ αὐτῶν χρησάμενος ἀγαγεῖν ἐπὶ τὸν κοινὸν εὐεργέτην Καίσαρα, καὶ παρελόμενον αὑτοῦ πᾶν, ὅσον πατὴρ ἀσεβούμενος βασιλεὺς ἐπιβουλευόμενος δύναται, κρίσεως ἰσοτιμίᾳ παρεστακέναι· 16.99δεήσει μέντοι μὴ παντάπασιν αὐτὸν ἀτιμώρητον γενέσθαι μηδʼ ἐν τοῖς μεγίστοις φόβοις καταζῆν, οὐδʼ ἐκείνοις λυσιτελοῦντος ἐφʼ οἷς ἐνεθυμήθησαν ὁρᾶν τὸν ἥλιον, εἰ νῦν διαφύγοιεν, ἔργῳ μέγιστα τῶν ἀνθρωπείων καὶ δράσαντας καὶ πεισομένους. 16.100

Ταῦτα μὲν Ἡρώδης ἐμπαθῶς ᾐτιάσατο παρὰ Καίσαρι τοὺς αὐτοῦ παῖδας. τῶν δὲ νεανίσκων ἤδη μὲν καὶ λέγοντος δάκρυα καὶ σύγχυσις ἦν· μᾶλλον δʼ ἐπεὶ κατέπαυσεν Ἡρώδης τὸν λόγον τῷ μὲν ἔξω τῆς τοιαύτης ἀσεβείας γενέσθαι τὸν λόγον πιστὸν εἶχον ἐν τῷ συνειδότι, 16.101τὸ δʼ ἐκ τοῦ πατρὸς ἐπιφέρεσθαι τὰς διαβολὰς δυσαπολόγητον ὥσπερ ἦν ᾔδεσαν, οὐκ εὐσχημονοῦντος οὐδὲ τοῦ κατὰ παρρησίαν λόγου πρὸς τὸν καιρόν, εἰ μέλλοιεν ἐκ βίας ἀεὶ καὶ κατὰ σπουδὴν ἐλέγχειν πεπλανημένον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.94 Joseph. AJ 16.99 (English) >>Joseph. AJ 16.104

Powered by PhiloLogic